Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.86 Dem. 23.88 (English) >>Dem. 23.91

23.87λέγε τὸν μετὰ ταῦτα νόμον. οὗτοι πάντες εἰσίν;Νόμος

ψήφισμα δὲ μηδὲν μήτε βουλῆς μήτε δήμου νόμου κυριώτερον εἶναι.

κατάθου. Πάνυ μικρὸν ὑπείληφά μοι τὸν λόγον, ἄνδρες δικασταί, καὶ ῥᾴδιον εἶναι περὶ τοῦ παρὰ τοῦτον εἰρῆσθαι τὸν νόμον τὸ ψήφισμα. ὃς γὰρ ὑπαρχόντων τοσούτων νόμων πάντας ὑπερβὰς τούτους γέγραφεν καὶ κατέκλεισʼ ἴδιον πρᾶγμα ψηφίσματι, τοῦτον τί τις ἄλλο ποιεῖν φήσει πλὴν ψήφισμα νόμου κυριώτερον ἀξιοῦν εἶναι;

23.88βούλομαι τοίνυν ὑμῖν καὶ ἓν δύο ψηφίσματα δεῖξαι τῶν γεγραμμένων τοῖς ὡς ἀληθῶς εὐεργέταις τῆς πόλεως, ἵνʼ εἰδῆθʼ ὅτι ῥᾴδιόν ἐστι γράφειν τὰ δίκαια, ὅταν αὐτοῦ τις εἵνεκα τούτου γράφῃ, τοῦ τιμῆσαί τινα καὶ μεταδοῦναι τῶν ἡμῖν ὑπαρχόντων, καὶ μὴ διὰ τοῦ ταῦτα δοκεῖν ποιεῖν βούληται κακουργεῖν καὶ παρακρούεσθαι. λέγε τὰ ψηφίσματα ταυτί. ἀλλʼ ἵνα μὴ μακρὸν ὑμῖν ἀκούειν , ἐξ ἑκάστου τῶν ψηφισμάτων αὐτὸ τοῦτʼ ἐξείλεκται περὶ οὗ τούτου κατηγορῶ. λέγε.Ψηφίσματα

23.89ὁρᾶθʼ ὅτι πάντες, ἄνδρες Ἀθηναῖοι, τὸν αὐτὸν τρόπον γεγράφασιν. “ἔστωφησὶνὑπὲρ αὐτοῦ αὐτὴ τιμωρία καθάπερ ἂν τὸν Ἀθηναῖον ἀποκτείνῃ,” κυρίους μὲν ἐῶντες τοὺς περὶ τούτων ὑπάρχοντας ὑμῖν νόμους, σεμνοὺς δʼ ἀποφαίνοντες, οἵ γʼ ἐν δωρειᾶς ἐποιήσαντο τάξει τὸ τούτων μεταδοῦναι. ἀλλʼ οὐκ Ἀριστοκράτης, ἀλλὰ προπηλακίζει μὲν καθʼ ὅσον δύναται τούτους (ὡς γοῦν οὐδενὸς ἀξίων ἴδιόν τι γράφειν ἐπεχείρησεν), μικρὰν δʼ ἀποφαίνει κἀκείνην τὴν δωρειὰν τὴν πολιτείαν δεδώκατε τῷ Χαριδήμῳ. ὃς γάρ, ὡς ἀγαπώντων τοῦθʼ ὑμῶν καὶ προσοφειλόντων χάριν αὐτῷ, γέγραφεν καὶ πρὸς φυλάττειν ὑμᾶς ἐκεῖνον, ὅπως ἀδεῶς τι ἂν βούληται ποιῇ, πῶς οὐ τοῦθʼ λέγω διαπράττεται;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.86 Dem. 23.88 (English) >>Dem. 23.91

Powered by PhiloLogic